Manuscript msA, page 97r
prev: 96v | next: 97v |
7.302 ἢδ`’ αὖτ’ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε ·
7.303 ὡς ἄρα φωνήσας . δῶκε ξίφος ἀργυρόηλον1
7.304 σὺν κολεῷ τε φέρων . καὶ ἐϋτμήτω τελαμῶνι·1
7.305 Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν·1
7.306 τὼ δὲ διακρινθέντε . ὁ μὲν μετὰ λαὸν Ἀχαιῶν1
7.307 ἤϊ’· ὁ δ’ ἐς Τρώων ὅμαδον κίε . τοὶ δ’ ἐχάρησαν
7.308 ὡς εἶδον ζωόν τε . καὶ ἀρτεμέα προσιόντα·1
7.309 Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀἅπτους ·
7.310 καί ῥ’ ἦγον προτὶ ἄστυ . ἀελπτέοντες σόον εἶναι·1
7.311 Αἴαντ’ αῦθ’ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
7.312 εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ·1
7.313 οἱ δ’ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρείδαο γένοντο .
7.314 τοῖσι δὲ βοῦν ἱ̈έρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων1
7.315 ἄρσενα πενταέτηρον . ὑπερμενέϊ̆ Κρονίωνι ·
7.316 τὸν δέρον ἀμφί θ’ ἕπον . καί μιν διέχευον ἅπαντα .
7.317 μίστυλλόν τ’ ὰρ ἐπισταμένως , πεῖράν τ’ ὀβελοῖσιν .
7.318 ὤπτησάν τε περιφραδέως . ἐρύσαντό τε πάντα·
7.319 αὐτὰρ ἐπεὶ παύσαντο πόνου . τετύκοντό τε δαῖτα·1
7.320 δαίνυντ’ . οὐδ’ έτι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
7.321 νώτοισιν δ’ Αἴαντα διηνεκέεσσι γέραιρεν
7.322 ἥρως Ἀτρείδης . εὐρὺ κρείων Ἀγαμέμνων ·
7.323 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο .
7.324 τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
7.325 Νέστωρ . οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
7.326 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·1
msA, 7.2019, commenting on 7.303 ‡ ὡς ἄρα φωνήσας· σημειοῦνται τινὲς ὅτι ἀφώπλισεν ἑαυτὸν δοῦς τὸ ξίφος ὁ Ἑκτωρ .
msAim, 7.2051, commenting on 7.312 οτ ἀντι τοῦ πρὸς Αγαμέμνονα ·