Manuscript msA, page 97v
prev: 97r | next: 98r |
7.327 Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν .
7.328 πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοὶ .1
7.329 τῶν νῦν αἷμα κελαινὸν . ἐΰρροον ἀμφὶ Σκάμανδρον
7.330 ἐσσκέδασ’ ὀξὺς Ἄρης . ψυχαὶ δ’ Ἄϊδος δὲ κατῆλθον .1
7.331 τῶ σε χρὴ πόλεμον μὲν ἅμ’ ἠοῖ παῦσαι Ἀχαιῶν .1
7.332 αὐτοὶ δ’ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
7.333 βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακείομεν αὐτοὺς .1
7.334 τυτθὸν ἀπὸ πρὸ νεῶν . ὥς κ’ ὀστέα παισὶν ἕκαστος1
7.335 οἴκαδ’ ἄγῃ ὅτ’ ὰν αῦτε νεώμεθα πατρίδα γαῖαν·
7.336 τύμβον δ’ ἀμφὶ πυρὴν ἕνα χεύομεν· ἐξαγαγόντες1, 2
7.337 ἄκριτον ἐκ πεδίου· ποτι δ`’ αὐτὸν δείμομεν ῶκα1
7.338 πύργους ὑψηλοὺς . εῖλαρ νηῶν τε καὶ αὐτῶν·
7.339 ἒν δ’ αὐτοῖσι πύλᾱς ποιήσομεν εὖ ἀραρυίας·1
7.340 ὄφρα δι’ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
7.341 ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον .
7.342 ἥ χ’ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς , ἐοῦσα·
7.343 μή ποτ’ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων·
7.344 ὣς ἔφαθ’· οἱ δ`’ ἄρα πάντες ἐπῄνησαν βασιλῆες·
7.345 Τρώων δ’ αὖτ’ ἀγορὴ γένετ’ Ἰ̈λίου ἐν πόλει ἄκρῃ1
7.346 δεινὴ . τετρηχυῖα . παρὰ Πριάμοιο θύρῃσι·
7.347 τοῖσιν δ’ Ἀντήνωρ πεπνυμένος ἀντίον ηύδα1
7.348 κέκλυτέ μευ Τρῶες . καὶ Δάρδανοι . ἢδ’ ἐπίκουροι·
7.349 ὄφρ’ εἴπω . τά με θυμὸς ἐνι στήθεσσι κελεύει·
7.350 δεῦτ’ άγετ’· Ἀργείην Ἑλένην . καὶ κτήμαθ’ ἅμ’ αὐτῇ
7.351 δώομεν Ἀτρείδῃσιν ἄγειν· νῦν δ’ ὅρκια πιστὰ
msA, 7.2030, commenting on 7.334 απο προ νέων· τὰς δύο προθ ἐγκλίνειν δεῖ ἵνα ἡ μὲν ἀπο συντάσσηται τῇ νεῶν γενικῇ· ἡ δὲ πρo παρέλκηται·
msA, 7.2031, commenting on 7.336-7.337 τύμβον δ’ ἀμφὶ πυρὴν ἔνα χεύομεν ἑξαγαγόντες · διασταλτέον ἐπι τὸ χεύομεν · τὸ δὲ ἐξαγαγόντες . ἤτοι ὕλην πρὸς τὴν τειχοποιΐαν ἡ ἀντι τοῦ προελθόντες πολὺ εἰς τὸ πεδίον · ἵνα ἡ μὲν εξ προθ ἀντι τοῦ ἔξω ἐπιρρήματος κέηται τὸ δὲ ἀγαγόντες ἐν ἴ̈σῳ τῶ πορευθέντες περιλαμβάνουσι γὰρ τῷ ναυστάθμῳ καὶ τοῦ πεδίου μέρος τὸ δεύτερον ἄμεινον ⁑
msA, 7.2032, commenting on 7.339 ἐν δ’ αυτοῖσι πύλας ποιήσομεν ὅτι πληθυντικῶς , καὶ ὅτι μία ὑπόκειται πύλη ἐν τῷ τείχει· τινὲς δὲ γράφουσιν ἑπτ’ ἀραρυίας ⁑
msA, 7.2033, commenting on 7.346-7.350 δεινή , τετρηχυῖα· βραχὺ διασταλτέον κατ αμφότερα μᾶλλον γὰρ οὕτως ἐμφαίνει . τὸ τρηχυῖα · τεταραγμένη . ἢ δια τὰ προλεχθέντα . ἢ δια το πολύκλητοι δ’ έσαν . ἢ δια τὸ διχογνωμωνεῖν περι Ἑλένης ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος δηλοῖ ὡς οὐχ οἱ βασιλεῖς συνήγαγον αὐτοὺς . ἀλλ’ ἀγανακτοῦντες ῆκον εἰς τὰ βασίλεια ⁑
msAil, 7.2040, commenting on 7.336 ποιήσομεν
msAil, 7.2042, commenting on 7.337 μέγαν·
msAim, 7.2035, commenting on 7.331 τὸ σε παρέλκει ⁑
msAim, 7.2036, commenting on 7.336 Αριστ δία τ τ τύμβον τ’ ἀμφι
msAint, 7.2038, commenting on 7.333 οτ οἱ ἀρχαῖοι ἔκαιον τα σωματ ·
msAint, 7.2039, commenting on 7.347 γράφεται ἦρχ’ αγορεύειν ⁑