Manuscript msA, page 98r
prev: 97v | next: 98v |
7.352 ψευσάμενοι μαχόμεσθα· τῶ οὔ νύ̆ τι κέρδιον ἥμιν
7.353 ἔλπομαι ἐκτελέεσθαι . ἵνα μὴ ῥέξομεν ὧδε·1, 2
7.354 ἤτοι ὅ γ’ ὡς εἰπὼν κα’ τὰρ ἕζετο· τοῖσι δ’ ἀνέστη
7.355 δῖος Ἀλέξανδρος , Ἑλένης πόσις ἠϋκόμοιο·
7.356 ὅς μιν ἀμειβόμενος . ἔπεα πτερόεντα προσηύδᾱ·
7.357 Ἀντῆνορ , σὺ μὲν οὐκ ἔτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις·
7.358 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι·
7.359 εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις .1, 2
7.360 ἐξ άρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί·
7.361 αὐτὰρ ἐγὼ Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω·
7.362 ἀντικρὺ δ’ ἀπόφημι· γυναῖκα μὲν οὐκ ἀποδώσω·1
7.363 κτήματα δ’ . ὅσσ’ ἀγόμην ἐξ Άργεος ἡμέτερον δῶ .
7.364 παντ’ ἐθέλω δόμεναι· καὶ ἔτ’ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι .
7.365 ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ ὰρ ἕζετο . τοῖσι δ’ ἀνέστη
7.366 Δαρδανίδης Πρίαμος , θεόφιν μήστωρ ἀτάλαντος·
7.367 ὅ σφιν ἔϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·1, 2
7.370 νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν . ὡς τὸ πάρος περ·1
7.371 καὶ φυλακῆς μνήσασθε . καὶ ἐγρήγορθε ἕκαστος·
7.372 ἠῶθεν δ’ Ἰ̈δαῖος ἴτω κοίλᾱς ἐπὶ νῆας
7.373 εἰπέμεν’ Ἀτρείδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
7.374 μῦθον Ἀλεξάνδροιο . τοῦ εἵνεκα νεῖκος ὄρωρε·
7.375 καὶ δὲ τόδ’ εἰπέμεναι πυκινὸν ἔπος . αἴ κ’ ἐθέλωσι
7.376 παύσασθαι πολέμοιο δυσηχέος , εἰς ό κε , νεκροὺς
7.377 κείομεν· ὕστερον αῦτε μαχησόμεθ’ , εἰς ὅ κε δαίμων
7.378 ἄμμε διακρίνῃ , δῴη δ’ ἑτέροισί γε νίκην·
msA, 7.2043, commenting on 7.353 ‡ ἕλπομαι ἐκτελέεσθαι· ἀθετεῖται , ὅτι ἀγνόήσας τίς ὅτι ὑπακοῦσαι δεῖ τῷ οὐ νύ τι κέρδιον ἡμίν τὸ ἔσται ὡς ἐλλείποντος τοῦ λόγου πρὸς ἀνεπλήρωσεν καὶ ὅτι τὸ ἵνα οὐχ Ὁμηρικῶς παρείληπται ἀντι τοῦ ἐάν ⁑
msA, 7.2044, commenting on 7.359 ει δ’ ετεον δὴ τοῦτον ἀπο σπουδ αγορεύεις ⁑ ὑποστικτέον κατα τὸ τέλος τοῦ στίχου καὶ γραπτέον τὴν ἀρχὴν μετα τοῦ δε συνδέσμου εἰ δ’ ἑτεὸν δὴ τοῦτον · τὸ γὰρ ἀσύνδετον ἀπρεπὲς ἐνθάδε
msA, 7.2045, commenting on 7.362 ἀπόφημι . ὡς ἄπειμι · τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον ⁑
msA, 7.2046, commenting on 7.367 εν αλλω καὶ ενταυθ ουτοι οἱ στιχου κεινται· κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
msAim, 7.2047, commenting on 7.353 Αρισταρχ ἐκτελέεσθαι ἵνα ἄν μὴ
msAim, 7.2048, commenting on 7.370 γράφεται κατα στρατόν ·
msAint, 7.2050, commenting on 7.359 ουτ Ἀρίσταρχ ἄλλοι δίχα τοῦ δ’ εἰ ετέον ·