Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 98v

Manuscript msA, page 98v

image

prev: 98r next: 99r

Iliad text

7.379 ὡς ἔφαθ’ , οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο·image

7.381 ἠῶθεν δ’ Ἰ̈δαῖος ἔβη κοίλας ἐπὶ νῆας·image

7.382 τοὺς δ’ εὗρ’ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηοςimage

7.383 νηῒ παρα πρύμνη . Ἀγαμέμνονος · αὐτὰρ ὃ τοῖσιimage

7.384 στὰς ἐν μέσσοισιν μετεφώνεεν . ἠπύτα κῆρυξ :image

7.386 ἠνώγει Πρίαμος τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶimage

7.387 εἰπεῖν . αἴ κε περ φίλον καὶ ἡδὺ γένοιτοimage

7.388 μῦθον Ἀλεξάνδροιο , τοῦ εἵνεκα νεῖκος όρωρε .image

7.389 κτήματα μὲν ὅσσ’ Ἀλέξανδρος κοίλῃς ἐνι νηυσὶνimage

7.390 ἠγάγετο Τροίηνδ’ ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι .image1

7.391 πάντ’ ἐθέλει δόμεναι . καὶ ἔτ’ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι ,image

7.392 κουριδίην δ’ ἄλοχον Μενελάου κυδαλίμοιοimage1

7.393 οὐ φησίν δώσειν , ῆ μὴν Τρῶές γε κέλονταιimage1, 2

7.394 καὶ δὲ τόδ’ ἠνώγεον εἰπεῖν ἔπος αἴ κ’ ἐθέλητεimage

7.395 παύσασθαι πολέμοιο δυσηχέος . εἰς ό κε νεκροὺςimage

7.396 κείομεν , ὕστερον αὖτε μαχησόμεθ’ , εἰς ό κε δαίμωνimage

7.397 ἄμμε διακρίνῃ , δῴη δ’ ἑτέροισί γε νίκην .image

7.398 Ὣς ἔφαθ’ , οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ ,image

7.399 ὀψὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·image

7.400 μήτ’ άρ τις νῦν κτήματ’ Ἀλεξάνδροιο δεχέσθω .image

7.401 μήθ’ Ἑλένην · γνωτὸν δὲ καὶ ὁς μάλα νήπιός ἐστινimage

7.402 ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείραθ’ ἑφῆπται·image1

7.403 Ὡς ἔφαθ’ . οἱ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν ,image

7.404 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·image

7.405 καὶ τότ’ ἂρ Ἰ̈δαῖον προσέφη κρείων Ἀγαμέμνων ·image

Scholia text

msA, 7.4004, commenting on 7.380 έν αλλων και ουος ὁ στιχ Β δόρπον επει τ’ ειλοντο κατα στρατὸν ἐν τελέεσσιν·image

msA, 7.4005, commenting on 7.385 εν αλλω ἐϋκνημιδες Αχαιοίimage

msA, 7.3000, commenting on 7.390-7.391 ‡ ἠγαγετο· ὅτι σαφῶς ὑπο τῶν Τρώων ἐμίσετο Ἀλεξανδρος προς Ζηνόδοτον γράφοντα· ἀλλὰ μᾶλλον Τρῶες ἐλεήμονες τὸ ὡς πρὶν ὤφελ’ ἀπολεσθαι , εἴτε καὶ τοῖς Ἕλλησιν εἰς επήκοον λέγει ὁ κήρυξ προς τὸ συγγνωμωνεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιζόμενοις· ἔιτε καθ ἑαυτὸν καὶ ἡρέμα ὡς Δημόκριτος ἀξιοῖ ἀπρεπές ἡγησάμενος τὸ φανερῶς λέγεσθαι ἀμφότερα προστικτεόν ὡς διαμέσου ἀναπεφωννημένου τὸ γὰρ ἑξῆς ἠγάγετο Τροιὴνδε πάντ’ ἐθελει δόμεναι ⁑image

msA, 7.3001, commenting on 7.393 ῆ μὶν Τρῶες περισπᾶται ὁ ῆ ἰσοδυναμεῖ γὰρ βεβαιωτικῷ ὅμοιον δὲ ἐστι τὸ καὶ ῆ μὴν καὶ πόν ἐστιν ⁑image

msAint, 7.3004, commenting on 7.392 οτ οὐ προγεγάμηται ἑτέρω καθ Ὅμηρον ἡ Ἑλένη ⁑image