Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 99v

Manuscript msA, page 99v

image

prev: 99r next: 100r

Iliad text

7.431 νεκροὺς πυρκαϊῆς ἐπενήνεον ἀχνύμενοι κῆρ·image

7.432 ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπι νῆας·image

7.433 ἦμος δ’ οὐτ άρ πω ἠὼς . ἔτι δ`’ ἀμφιλύκη νὺξ·image1, 2

7.434 τῆμος ὰρ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν ·image1

7.435 τύμβον δ’ ἀμφ’ αὐτὴν ἕνα ποίεον . ἐξαγαγόντεςimage

7.436 ἄκριτον ἐκ πεδίου περὶ δ’ αὐτὸν τεῖχος ἔδειμανimage1, 2

7.437 πύργους ὑψηλοὺς . εῖλαρ νηῶν τὲ καὶ αὐτῶν ,image1

7.438 ἐν δ’ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας ,image

7.439 ὄφρα δι’ αὐτάων ἱ̈ππηλασίη ὁδὸς εἴη·image

7.440 ἔκτοσθεν δὲ βαθεῖαν ἐπ’ αυτῷ τάφρον όρυξαν·image

7.441 εὐρεῖαν , μεγάλην . ἐν δε σκόλοπας κατέπηξαν·image

7.442 Ὣς οἱ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοὶ ·image

7.443 οἱ δὲ θεοὶ παρ Ζηνὶ καθήμενοι ἀστεροπητῇimage

7.444 θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων·image1

7.445 τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·image

7.446 Ζεῦ πάτερ . ῆ ρά τίς ἐστι βροτῶν ἐπ’ ἀπείρονα γαῖανimage1

7.447 ὅς τις έτ’ ἀθανάτοισι , νόον καὶ μῆτιν ἐνίψει·image1

7.448 οὐχ ὁράᾳς , ὅτε δ’ αῦτε κάρη κομόωντες Ἀχαιοὶimage

7.449 τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ· ἀμφι δὲ τάφρονimage

7.450 ἤλασαν , οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·image

7.451 τοῦ δ ήτοι κλέος ἔσται ὅσην τ’ ἐπικίδναται ἠώς·image

7.452 τοῦ δ’ ἐπιλήσονται . τό τ’ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων .image1, 2, 3

7.453 ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε·image1

7.454 Τὸν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς ·image

7.455 ὦ πόποι , ἐννοσίγαι’ εὐρυσθενὲς , οἷον ἔειπες·image

Scholia text

msA, 7.3037, commenting on 7.436 ἄκριτον ἐκ πεδίου· ἐν τῇ κατα Ἀριστοφα οὕτως ἐγέγραπτο ἄκριτον ἐν πεδίῳ περι δ’ αὐτὸν τεῖχος ἔδειμαν καὶ μήποτε ἄμεινον ουτ ⁑image

msA, 7.3042, commenting on 7.443-7.462 οἱ δὲ θεοὶ παρ Ζηνὶ ἕως τοῦ ὡς οἱ μὲν τοι αῦτα πρὸς ἀλλήλους ἀγόρευον ἀθετοῦνται στίχοι KB . ὅτι περι τῆς ἀναιρέσεως τοῦ τείχους λέγει προ τῆς τειχομαχίας ὡς ἂν μὴ προειρηκὼς ἐνθάδε ⁑image

msA, 7.3044, commenting on 7.446 ἠ ρά τις ἐστι βροτῶν· ἄρα ἔτι φησὶ τίς τῶν ἀνων κοινώσηται δια τῶν θυσιῶν ἃ βούλεται τοῖς θεοῖς ⁑image

msA, 7.3045, commenting on 7.447 ὅς τις ἕ τ’ ἀθανάτοισι· ὅτι ὡς καὶ αὐτὸς οὐκ ὢν ἀθάνατος λέγει καὶ ἐν ἄλλοις δὲ κέχρηται τῷ γένει ⁑image

msA, 7.3046, commenting on 7.452 τό τ’ ἐγὼ καὶ Φοῖβος · χωρὶς τοῦ τε ἐν ταῖς Ἀριστάρχου τὸ ἐγὼ καὶ Φοῖβος κατ ένια δὲ τῶν ὑπομνημάτων τὸ δ’ ἐγὼ · καθόλου δὲ τὴν τῶν θεῶν ἀγορὰν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη καὶ αὐτὸς Ἀρίσταρχος ⁑image

msAil, 7.3038, commenting on 7.433 βαθὺς όρθροςimage

msAil, 7.3039, commenting on 7.434 ἄριστος επιλεγμimage

msAil, 7.3041, commenting on 7.437 φυλακὴ οχύρωμα·image

msAil, 7.3043, commenting on 7.444 εθαύμαζονimage

msAim, 7.3040, commenting on 7.436 οτ πολυάνδριον πῶς οὖν ὥς κ’ ὀστέα παισὶν ἕκαστος οἵκαδ’ ἄγη ⁑image

msAim, 7.3047, commenting on 7.452 Αρίσταρχ oσην ἄλλοι δὲ όσον ·image

msAim, 7.3048, commenting on 7.452 Ἀρίσταρχος τὸ ἐγω ⁑image

msAint, 7.3049, commenting on 7.453 οτ δισυλλάβως καὶ ἐν ἡρῳ Δημοδοκῳ ⁑image