51-2. <ἤτοι ἐμοὶ τρεῖς —————— Μυκήνη:> διὰ τί ὁ μὲν Ζεὺς μίαν, ἡ δὲ Ἥρα τρεῖς φησιν ἔχειν πόλεις φιλτάτας, B(bce3e4)T καὶ ἡ μὲν Ἑλληνίδας, ὁ δὲ βάρβαρον; ἔδει γὰρ τὰς κρείσσονας τὸν βασιλέα τῶν θεῶν ἔχειν φιλτάτας. B(bce3e4) ῥητέον δὲ ὅτι εὐπρεπῆ βουλόμενος περιθεῖναι αὐτῇ τὴν αἰτίαν τῆς ὀργῆς ὁ ποιητής, καὶ οὐχ ἣν ὁ μῦθος ἀναπλάττει, ὡς ἄρα διὰ τὸ μὴ προτιμηθῆναι τῆς Ἀφροδίτης ἐπὶ τῇ κρίσει τοῦ κάλλους τοῖς Τρωσὶν ἐχαλέπαινεν, ἐπίτηδες ταύτας φησὶν αὐτὴν τὰς πόλεις φιλεῖν, περὶ ἃς τὸ ἀδίκημα τὸ κατὰ τὴν Ἑλένην γέγονεν, B(bce3e4)T Ἄργος τε Σπάρτη <τε> (52). T σύμψηφα δὲ τούτων κἀκεῖνα, ἐν οἷς αὐτὴν ποιεῖ λαμβάνουσαν τὸν κεστὸν παρὰ τῆς Ἀφροδίτης, ἵνα τῷ Διῒ μᾶλλον οὕτως ἐπέραστος φανείη· οὐ γὰρ ἦν εἰκὸς τὴν δεομένην τῆς βοηθείας τῆς παρ' αὐτῆς, ἵνα τῷ ἰδίῳ ἀνδρὶ ἀρέσειεν, ἀγανακτεῖν ἡττηθεῖσαν ἐπὶ τῇ τοῦ κάλλους κρίσει. ὁ δὲ Ζεὺς μίαν πόλιν λέγων φιλεῖν ἐξαίρει τὴν χάριν· οὐχ οὕτω γὰρ ὁ ἀπὸ πολλῶν διδούς τι θαυμάζεται ὡς ὁ ἀπὸ ὀλίγων. ὥστε ἀμφότεροι ῥητορικῶς κατασκευάζουσιν· ἡ μὲν γὰρ πολλὰς ἀντὶ μιᾶς προήσεσθαί φησιν, ὁ δὲ τὴν μίαν, ἣν καὶ μόνην ἔχει, χαριεῖσθαι. B(be3e4)T